Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.122 Joseph. AJ 10.126 (English) >>Joseph. AJ 10.131

10.124

Μεταπεμψαμένου δʼ αὐτὸν κρύφα τοῦ βασιλέως καὶ τί δύναται φράζειν αὐτῷ παρὰ τοῦ θεοῦ καὶ πρὸς τὰ παρόντα σημαίνειν ἐρομένου, ἔχειν μὲν ἔλεγεν, οὐ πιστευθήσεσθαι δʼ εἰπὼν οὐδὲ παραινέσας ἀκουσθήσεσθαι, ἀλλʼ ὡς δὴ μέγα κακόν τι εἰργασμένον ἀπολέσαι διέγνωσαν οἱ σοὶ φίλοι, φησί, καὶ ποῦ νῦν εἰσιν οἱ τὸν Βαβυλώνιον οὐκέθʼ ἡμῖν ἐπιστρατεύσειν φάσκοντες καὶ ἀπατῶντες ὑμᾶς; εὐλαβοῦμαι δὲ νῦν γε τὴν ἀλήθειαν εἰπεῖν, μή με κατακρίνῃς θανάτῳ.” τοῦ δὲ βασιλέως ὅρκους αὐτῷ δόντος, 10.125ὡς οὔτε αὐτὸς αὐτὸν ἀναιρήσει οὔτε τοῖς ἡγεμόσιν ἐκδώσει, θαρσήσας τῇ δεδομένῃ πίστει συνεβούλευσεν αὐτῷ παραδοῦναι τὴν πόλιν τοῖς Βαβυλωνίοις· 10.126ταῦτα δὲ αὐτῷ τὸν θεὸν διʼ αὐτοῦ προφητεύειν ἔλεγεν, εἴ γε βούλεται σώζεσθαι καὶ τὸν ἐφεστῶτα κίνδυνον διαφυγεῖν καὶ μήτε τὴν πόλιν εἰς ἔδαφος πεσεῖν, μήτε τὸν ναὸν ἐμπρησθέντα γὰρ αὐτὸν τούτων παραίτιον ἔσεσθαι τῶν κακῶν τοῖς πολίταις καὶ αὑτῷ πανοικὶ τῆς συμφορᾶς. 10.127 δὲ ταῦτʼ ἀκούσας βούλεσθαι μὲν αὐτὸς ἔφη ποιεῖν παραινεῖ καὶ λέγει συνοίσειν αὐτῷ γινόμενα, δεδιέναι δὲ τοὺς αὐτομολήσαντας τῶν ὁμοφύλων πρὸς τοὺς Βαβυλωνίους, μὴ διαβληθεὶς ὑπʼ αὐτῶν τῷ βασιλεῖ κολασθῇ. 10.128παρεθάρσυνε δὲ αὐτὸν προφήτης καὶ μάτην ὑπονοεῖν τὴν τιμωρίαν ἔλεγεν· οὐδενὸς γὰρ κακοῦ πειραθήσεσθαι παραδόντα τοῖς Βαβυλωνίοις οὔτʼ αὐτὸν οὔτε τὰ τέκνα οὔτε τὰς γυναῖκας, μενεῖν δὲ καὶ τὸν ναὸν ἀπαθῆ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.122 Joseph. AJ 10.126 (English) >>Joseph. AJ 10.131

Powered by PhiloLogic